Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 14.261 Joseph. AJ 14.265 (English) >>Joseph. AJ 14.270

14.263ἐπεὶ ἐντυχόντων τῶν ἐν τῇ πόλει Ἰουδαίων Μάρκῳ Ἰουλίῳ Ποντίου υἱῷ Βρούτῳ ἀνθυπάτῳ, ὅπως ἄγωσι τὰ σάββατα καὶ πάντα ποιῶσιν κατὰ τὰ πάτρια αὐτῶν ἔθη μηδενὸς αὐτοῖς ἐμποδὼν γινομένου, 14.264 στρατηγὸς συνεχώρησεν, δεδόχθαι τῷ δήμῳ, τοῦ πράγματος Ῥωμαίοις ἀνήκοντος, μηδένα κωλύεσθαι παρατηρεῖν τὴν τῶν σαββάτων ἡμέραν μηδὲ πράττεσθαι ἐπιτίμιον, ἐπιτετράφθαι δʼ αὐτοῖς πάντα ποιεῖν κατὰ τοὺς ἰδίους αὐτῶν νόμους. 14.265

Πολλὰ μὲν οὖν ἐστιν καὶ ἄλλα τοιαῦτα τῇ συγκλήτῳ καὶ τοῖς αὐτοκράτορσι τοῖς Ῥωμαίων δόγματα πρὸς Ὑρκανὸν καὶ τὸ ἔθνος ἡμῶν γεγενημένα καὶ πόλεσιν ψηφίσματα καὶ γράμματα πρὸς τὰς περὶ τῶν ἡμετέρων δικαίων ἐπιστολὰς ἀντιπεφωνημένα τοῖς ἡγεμόσιν, περὶ ὧν ἁπάντων ἐξ ὧν παρατεθείμεθα πιστεύειν τοῖς ἀναγνωσομένοις οὐ βασκάνως ἡμῶν τὴν γραφὴν πάρεστιν. 14.266ἐπεὶ γὰρ ἐναργῆ καὶ βλεπόμενα τεκμήρια παρεχόμεθα τῆς πρὸς Ῥωμαίους ἡμῖν φιλίας γενομένης ἐπιδεικνύντες αὐτὰ χαλκαῖς στήλαις καὶ δέλτοις ἐν τῷ Καπετωλίῳ μέχρι νῦν διαμένοντα καὶ διαμενοῦντα, τὴν μὲν πάντων παράθεσιν ὡς περιττήν τε ἅμα καὶ ἀτερπῆ παρῃτησάμην, 14.267οὐδένα δʼ οὕτως ἡγησάμην σκαιόν, ὃς οὐχὶ καὶ περὶ τῆς Ῥωμαίων ἡμῖν πιστεύσει φιλανθρωπίας, ὅτι ταύτην καὶ διὰ πλειόνων ἐπεδείξαντο πρὸς ἡμᾶς δογμάτων, καὶ ἡμᾶς οὐχ ὑπολήψεται περὶ ὧν εἶναί φαμεν ἀληθεύειν ἐξ ὧν ἐπεδείξαμεν. τὴν μὲν οὖν πρὸς Ῥωμαίους φιλίαν καὶ συμμαχίαν κατʼ ἐκείνους τοὺς καιροὺς γενομένην δεδηλώκαμεν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 14.261 Joseph. AJ 14.265 (English) >>Joseph. AJ 14.270

Powered by PhiloLogic